Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.181 Joseph. AJ 7.186 (English) >>Joseph. AJ 7.190

7.184τοῦ δὲ συγκαταινέσαντος οἷς τὸ γύναιον ἱκέτευσεν, ὑπολαβὸν πάλιν πρὸς τὸν βασιλέαχάρις μέν, εἶπεν, ἤδη σου τῇ χρηστότητι κατοικτείραντός μου τὸ γῆρας καὶ τὴν παρὰ μικρὸν ἀπαιδίαν, ἀλλʼ ἵνα βέβαια τὰ παρὰ τῆς σῆς μοι φιλανθρωπίας, τῷ σαυτοῦ παιδὶ πρῶτον καταλλάγηθι καὶ τὴν πρὸς αὐτὸν ὀργὴν ἄφες· 7.185πῶς γὰρ ἂν πεισθείην ἐμοί σε ταύτην ἀληθῶς δεδωκέναι τὴν χάριν αὐτοῦ σοῦ μέχρι νῦν ἐφʼ ὁμοίοις ἀπεχθανομένου τῷ παιδί; τελέως δʼ ἀνόητον εἶναι προσθεῖναι τῷ παρὰ γνώμην ἀποθανόντι υἱῷ ἄλλον ἑκουσίως.” 7.186 συνίησι δὲ βασιλεὺς ὑπόβλητον οὖσαν τὴν σκῆψιν ἐξ Ἰωάβου καὶ τῆς τούτου σπουδῆς· καὶ ἐπειδὴ παρὰ τῆς πρεσβύτιδος πυθόμενος οὕτως ἔχον τἀληθὲς ἔμαθε, προσκαλεσάμενος τὸν Ἰώαβον ἐπιτυχεῖν τε τοῦ προκειμένου κατὰ νοῦν ἔφασκε καὶ τὸν Ἀψάλωμον ἄγειν ἐκέλευεν· οὐ γὰρ ἔτι χαλεπῶς ἔχειν πρὸς αὐτόν, ἀλλʼ ἤδη τὴν ὀργὴν καὶ τὸν θυμὸν ἀφεικέναι. 7.187 δὲ προσκυνήσας τὸν βασιλέα καὶ τοὺς λόγους ἀσπασάμενος ἐξώρμησεν εἰς τὴν Γεσσούραν παραυτίκα καὶ τὸν Ἀψάλωμον παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα. 7.188

Προέπεμψε δὲ βασιλεὺς πρόσθεν πρὸς τὸν υἱόν, ἤκουσε γὰρ παραγενόμενον, καὶ πρὸς ἑαυτὸν ἐκέλευσε χωρεῖν· οὔπω γὰρ οὕτως ἔχειν ὥστʼ εὐθὺς ἰδεῖν κατελθόντα. καὶ μὲν τοῦτο τοῦ πατρὸς κελεύσαντος ἐξέκλινε τὴν ὄψιν αὐτοῦ καὶ διετέλει τῆς παρὰ τῶν οἰκείων θεραπείας τυγχάνων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.181 Joseph. AJ 7.186 (English) >>Joseph. AJ 7.190

Powered by PhiloLogic